Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.189 Joseph. AJ 16.195 (English) >>Joseph. AJ 16.200

16.193αἵ γε μὴν γυναῖκες, μὲν Ἀλεξάνδρῳ συνοικοῦσα θυγάτηρ Ἀρχελάου Γλαφύρα μῖσος εἶχεν εἰς τὴν Σαλώμην κατά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν κἀκ τοῦ πρὸς τὴν ἐκείνης θυγατέρα δοκεῖν ὑπερηφανώτερον διακεῖσθαι· συνῴκει μὲν γὰρ Ἀριστοβούλῳ, τὴν δὲ ἰσοτιμίαν αὐτῆς ἀναξιοπάθει Γλαφύρα. 16.194

Δευτέρας οὖν ταύτης ἔριδος ἐμπεπτωκυίας οὐδʼ τοῦ βασιλέως ἀδελφὸς Φερώρας ἔξω ταραχῆς ἦν, ἰδίαν δὲ ὑπόθεσιν ὑποψίας καὶ μίσους εἶχεν· ἐμπεπτώκει μὲν γὰρ εἰς ἔρωτα δουλευούσης αὐτῷ γυναικός, ἥττητο δὲ τῆς ἀνθρώπου μεμηνότως ἐπὶ τοσοῦτον κρατούμενος, ὥστʼ αὐτῷ καὶ τῆς τοῦ βασιλέως ἐγγυηθείσης θυγατρὸς τὴν μὲν ὑπερηφανῆσαι, πρὸς δὲ τῇ δούλῃ τὸν νοῦν εἶχεν. 16.195ἤχθετο δὲ ἀτιμασθεὶς Ἡρώδης τῷ πολλὰ μὲν εὐεργετῆσαι τὸν ἀδελφόν, δυνάμει δὲ καὶ κοινωνὸν ἔχειν τῆς βασιλείας, οὐχ ὅμοιον εἰς τὰς ἀμοιβὰς ὁρῶν, κἀν τῷ προσώπῳ δυστυχεῖν ᾤετο. 16.196καὶ τὴν μὲν κόρην μὴ τυχὼν Φερώρα δικαίου παιδὶ Φασαήλου δίδωσιν, αὐτὸς δὲ χρόνου διελθόντος οἰόμενος ἤδη παρηκμακέναι τὴν ἐπιθυμίαν τἀδελφῷ περί τε τῶν πρώτων ᾐτιᾶτο καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, Κύπρος ἐκαλεῖτο. 16.197Φερώρᾳ δὲ συμβουλεύει Πτολεμαῖος ἤδη ποτὲ παυσαμένῳ τῆς εἰς τὸν ἀδελφὸν ἀτιμίας καταβαλεῖν τὸν ἔρωτα· καὶ γὰρ αἰσχρὸν εἶναι δούλης ἡττώμενον ἀποστερεῖν μὲν αὑτὸν τῆς εὐνοίας τῆς παρὰ βασιλέως, αἴτιον δὲ κἀκείνῳ ταραχῆς καὶ μίσους πρὸς αὐτὸν καθίστασθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.189 Joseph. AJ 16.195 (English) >>Joseph. AJ 16.200

Powered by PhiloLogic